Jeremiah Warns Zedekiah 3 4οὕτως εἶπεν Κύριος ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν Ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ᾽ ὀφθαλμοὺς ὑμῶν. 5καὶ λήμψονται ἀπ᾽ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ἰούδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε Κύριος ὡς Σεδεκίαν ἐποίησεν καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρί, 6δι᾽ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶν Κύριος. 7Καὶ πρὸς Σαμαίαν τὸν Αἰλαμείτην ἐρεῖς 8Οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα εἰπέ 9Κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ἰωδᾶε τοῦ ἱερέως, γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταράκτην. 10καὶ νῦν διὰ τί συνελοιδορήσατε Ἰερεμίαν τὸν ἐξ Ἀναθὼθ τὸν προφητεύσαντα ὑμῖν; Jeremiah Imprisoned 11οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε, καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν; 12καὶ ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα Ἰερεμίου. 13καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων 14Ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων Οὕτως εἶπεν Κύριος ἐπὶ Σαμαίαν τὸν Αἰλαμείτην Ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαίας καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ᾽ ἀδίκοις, 15διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθὰ ἃ ἐγὼ ποιήσω ὑμῖν· οὐκ ὄψονται. 16Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου εἰπεῖν 17Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ λέγων Γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ βιβλίου. 18ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ἰσραὴλ καὶ Ἰουδά, εἶπεν Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς. 19Καὶ οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν Κύριος ἐπὶ Ἰσραὴλ καὶ Ἰουδά. 20Οὕτως εἶπεν Κύριος Φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη. 21ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ φόβου ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν· διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ, ἐστράφησαν πρόσωπα, εἰς ἴκτερον ἐγενήθη. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |