Restoration Promised Again 1καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν. 2καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με Κύριος πρὸς αὐτά, 3τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ βασιλεῖς Ἰούδα καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν, 4καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ 5καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πάντας τοὺς συμμίκτους, καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν Ἀκκαρών, καὶ τὸ ἐπίλοιπον Ἀζώτου, 6καὶ τὴν Ἰδουμαίαν καὶ τὴν Μωαβεῖτιν καὶ τοὺς υἱοὺς Ἀμμών, 7καὶ βασιλεῖς Τύρου καὶ βασιλεῖς Σειδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης, 8καὶ τὴν Δαιδὰν καὶ τὴν Θαιμὰν καὶ τὴν Ῥὼς καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ, 9καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ, 10καὶ πάντας βασιλεῖς Αἰλὰμ καὶ πάντας βασιλεῖς Περσῶν, 11καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς. 12καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Πίετε, μεθύσθητε, καὶ ἐξεμέσετε καὶ πεσεῖσθε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν. 13καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Πιόντες πίεσθε, The Covenant with David 14ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ᾽ αὐτὴν ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς. 15καὶ σὺ προφητεύσεις ἐπ᾽ αὐτοὺς τοὺς λόγους τούτους, καὶ ἐρεῖς Κύριος ἀφ᾽ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ οἵδε ὥσπερ τρυγῶντες ἀποκριθήσονται. καὶ ἐπὶ καθημένους τὴν γῆν ἥκει ὄλεθρος, 16ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔθνεσιν· κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος. 17Οὕτως εἶπεν Κύριος Ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ᾽ ἐσχάτου τῆς γῆς, 18καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται. 19ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε καὶ κόπτεσθε, οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί· 20καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. 21φωνὴ κραυγῆς τῶν ποιμένων, καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλέθρευσεν Κύριος τὰ βοσκήματα αὐτῶν, 22καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου. 23ἐνκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης. 24Ἐν ἀρχῇ βασιλέως Ἰωακεὶμ υἱοῦ Ἰωσεία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου. 25Οὕτως εἶπεν Κύριος Στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοῖς χρηματίσαι, μὴ ἀφέλῃς ῥῆμα. 26ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |