The Altar on Mount Ebal 1Καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ἰσραηλειτῶν Φυλάσσεσθε πάσας τὰς ἐντολάς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. 2καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ· 3καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τούς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν Κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων σού σοι. 4καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβάλ, καὶ κονιάσεις αὐτοὺς κονίᾳ. 5καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ᾽ αὐτὸ σίδηρον· 6λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ θεῷ σου, καὶ ἀνοίσεις ἐπ᾽ αὐτὸ τὰ ὁλοκαυτώματα Κυρίῳ τῷ θεῷ σου· 7καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου, καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ θεοῦ σου· 8καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. 9Καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευεῖται παντὶ Ἰσραὴλ λέγοντες Σιώπα καὶ ἄκουε, Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ θεῷ σου. 10καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. Curses Pronounced from Ebal 11Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων 12Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζείν, διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευεί, Ἰουδά, Ἰσσαχάρ, Ἰωσὴφ καὶ Βενιαμείν. 13καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ῥουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλεί. 14Καὶ ἀποκριθέντες οἱ Λευεῖται ἐροῦσιν παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ 15Ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. καὶ ἀποκριθεὶς ὁ λαὸς ἐροῦσιν Γένοιτο. 16Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 17Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 18Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 19Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 20Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς ἐκ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 21Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 22Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς πατρὸς ἢ μητρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 23Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ νύμφης αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 24Ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 25Ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. 26Ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |