David Flees to Adullam and Mizpeh 1Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυεὶδ καὶ διεσώθη, καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ· καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ. 2καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾽ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. 3Καὶ ἀπῆλθεν Δαυεὶδ ἐκεῖθεν εἰς Μασσηφὰ τῆς Μωάβ, καὶ εἶπεν πρὸς βασιλέα Μωάβ Γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός. 4καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾽ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυεὶδ ἐν τῇ περιοχῇ. 5καὶ εἶπεν Γὰδ ὁ προφήτης πρὸς Δαυείδ Μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ἰούδα. καὶ ἐπορεύθη Δαυείδ, καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαρείκ. Saul Slays the Priests of Nob 6Καὶ ἤκουσεν Σαοὺλ ὅτι ἔγνωσται Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Βαμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. 7καὶ εἶπεν Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· καὶ εἶπεν αὐτοῖς Ἀκούσατε δή, υἱοὶ Βενιαμείν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους; 8ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾽ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾽ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη. 9καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νόμβα πρὸς Ἀβειμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα· 10καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τὴν ῥομφαίαν Γολιὰδ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. 11καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβειμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νόμμα· καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. 12καὶ εἶπεν Σαούλ Ἄκουε δή, υἱὲ Ἀχιτώβ· καὶ εἶπεν Ἰδοὺ ἐγώ· λάλει, κύριε. 13καὶ εἶπεν αὐτῷ Σαούλ Ἵνα τί συνέθου κατ᾽ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαί, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ, θέσθαι αὐτὸν ἐπ᾽ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη; 14καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυεὶδ πιστός, καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; 15ἢ σήμερον ἦργμαι ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾽ ὅλον τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα. 16καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ Θανάτῳ ἀποθανῇ, Ἀβειμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. 17καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν πρὸς αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυείδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἁμαρτῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. 18καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ. 19καὶ τὴν Νόμβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. 20Καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβειμέλεχ υἱῷ Ἀχειτώβ, καὶ ὄνομα αὐτῷ Ἀβιαθάρ, καὶ ἔφυγεν ὀπίσω Δαυείδ. 21καὶ ἀπήγγειλεν Ἀβιαθὰρ τῷ Δαυεὶδ ὅτι ἐθανάτωσεν Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου. 22καὶ εἶπεν Δαυεὶδ τῷ Ἀβιαθάρ ᾜδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου. 23κάθου μετ᾽ ἐμοῦ, μὴ φοβοῦ· ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μοῦ τόπον, ζητήσω καὶ τῇ ψυχῇ σοῦ, ὅτι πεφύλαξαι σὺ παρ᾽ ἐμοί. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |