1 Samuel 16
Swete's Septuagint ABP ▾  HEB ▾ 

Samuel Anoints David as King

1Καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως εἰς Βηθλέεμ, ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλεύειν. 2καὶ εἶπεν Σαμουήλ Πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπεν Κύριος Δάμαλιν βοῶν λάβε ἐν τῇ χειρί σου καὶ ἐρεῖς Θῦσαι ἥκω τῷ κυρίῳ· 3καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ. 4καὶ ἐποίησεν Σαμουὴλ πάντα ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλέεμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν Ἢ εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων; 5καὶ εἶπεν Εἰρήνη· θῦσαι τῷ κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾽ ἐμοῦ σήμερον. καὶ ἡγίασεν τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.

6καὶ ἐγενήθη ἐν τῷ αὐτοὺς εἰσιέναι καὶ εἶδεν τὸν Ἐλιάβ, καὶ εἶπεν Ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. 7καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν. 8καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν Ἀμειναδάβ, καὶ παρῆλθεν κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο ὁ θεός. 9καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπεν Καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος. 10καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπεν Σαμουήλ Οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις. 11καὶ εἶπεν Σαμουὴλ πρὸς Ἰεσσαί Ἐκλελοίπασιν τὰ παιδάρια; καὶ εἶπεν Ἔτι ὁ μικρός· ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ· καὶ εἶπεν Σαμουὴλ πρὸς Ἰεσσαί Ἀπόστειλον καὶ λάβε αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.

12καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν· καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ· καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἀνάστα καὶ χρίσον τὸν Δαυείδ, ὅτι οὗτος ἀγαθός ἐστιν. 13καὶ ἔλαβεν Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυεὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς Ἁρμαθάιμ.

David Serves Saul

14Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου. 15καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν Ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε· 16εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ· καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ σοὶ καὶ ψαλεῖ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε. 17καὶ εἶπεν Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα, καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ. 18καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Ἰδοὺ ἑόρακα υἱὸν τῷ Ἰεσσαὶ Βηθλεεμείτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ᾽ αὐτοῦ. 19καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους πρὸς Ἰεσσαὶ λέγων Ἀπόστειλον πρὸς μὲ τὸν υἱόν σου Δαυεὶδ τὸν ἐν τῷ ποιμνίῳ σου. 20καὶ ἔλαβεν Ἰεσσαὶ γόμορ ἄρτων καὶ ἀσκὸν οἴνου καὶ ἔριφον αἰγῶν ἕνα, καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυεὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ. 21καὶ εἰσῆλθεν· Δαυεὶδ πρὸς Σαούλ, καὶ παριστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ. 22καὶ ἀπέστειλεν Σαοὺλ πρὸς Ἰεσσαὶ λέγων Παριστάσθω δὴ Δαυεὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρεν χάριν ἐν ὀφθαλμοῖς μου. 23καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανεν Δαυεὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχεν Σαοὺλ καὶ ἀγαθὸν αὐτῷ, καὶ ἀφίστατο ἀπ᾽ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 15
Top of Page
Top of Page