1 Samuel 12
Swete's Septuagint ABP ▾  HEB ▾ 

Samuel's Farewell Address

1Καὶ εἶπεν Σαμουὴλ πρὸς πάντα Ἰσραήλ Ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ᾽ ὑμᾶς βασιλέα. 2καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης. 3ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ᾽ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα, ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα, ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ᾽ ἐμοῦ καὶ ἀποδώσω ὑμῖν. 4καὶ εἶπαν πρὸς Σαμουήλ Οὐκ ἠδίκησας ἡμᾶς, καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς, καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν. 5καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαόν Μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν· καὶ εἶπαν Μάρτυς.

6καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων Μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ἀαρών, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου. 7καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου, καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν· 8ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος· καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλεν Κύριος τὸν Μωυσῆν καὶ τὸν Ἀαρών, καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. 9καὶ ἐπελάθοντο Κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σεισαρά, ἀρχιστρατήγῳ Ἰαβεὶς βασιλέως Ἁσώρ, καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησεν ἐν αὐτοῖς. 10καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον Ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλεὶμ καὶ τοῖς ἄλσεσιν· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι. 11καὶ ἀπέστειλεν τὸν Ἰεροβοὰμ καὶ τὸν Βαρὰκ καὶ τὸν Ἰεφθάε καὶ τὸν Σαμουήλ, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν· καὶ κατῳκεῖτε πεποιθότες.

12καὶ εἴδετε ὅτι Ναὰς βασιλεὺς υἱῶν Ἀμμὼν ἦλθεν ἐφ᾽ ὑμᾶς, καὶ εἴπατε Οὐχί, ἀλλ᾽ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾽ ἡμῶν. 13καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκεν Κύριος ἐφ᾽ ὑμᾶς βασιλέα. 14ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ᾽ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι· 15ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν. 16καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν. 17οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον Κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα. ⸆ 18Καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν κύριον, καὶ ἔδωκεν Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουήλ.

19καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ Πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν· ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν, αἰτήσαντες ἑαυτοῖς βασιλέα. 20καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαόν Μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν Κυρίου, καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν· 21καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν. 22ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν. 23καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν· καὶ δουλεύσω τῷ κυρίῳ, καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν. 24πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ᾽ ὑμῶν· 25καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 11
Top of Page
Top of Page