Genesis 36
Swete's Septuagint ABP ▾  HEB ▾ 

Esau's Descendants

1Αὗται δὲ αἱ γενέσεις Ἠσαύ· αὐτός ἐστιν Ἐδώμ.

2Ἠσαὺ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· τὴν Ἀδά, θυγατέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ὀλιβεμά, θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὑαίου, 3καὶ τὴν Βασεμμάθ, θυγατέρα Ἰσμαήλ, ἀδελφὴν Ναβαιώθ. 4ἔτεκεν δὲ Ἀδὰ τῷ Ἠσαὺ τὸν Ἐλιφάς, καὶ Βασεμμὰθ ἔτεκεν τὸν Ῥαγουήλ, 5καὶ Ὀλιβεμὰ ἔτεκεν τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κόρε· οὗτοι υἱοὶ Ἠσαύ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανάαν.

6ἔλαβεν δὲ Ἠσαὺ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰ κτήνη, καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανάαν· καὶ ἐπορεύθη ἐκ γῆς Χανάαν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. 7ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. 8ᾤκησεν δὲ Ἠσαὺ ἐν τῷ ὄρει Σηείρ· Ἠσαὺ αὐτός ἐστιν Ἐδώμ.

9Αὗται δὲ αἱ γενέσεις Ἠσαὺ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ. 10καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἠσαύ· Ἐλιφάς, υἱὸς Ἀδὰ γυναικὸς Ἠσαύ, καὶ Ῥαγουήλ, υἱὸς Βασεμμὰθ γυναικὸς Ἠσαύ. 11ἐγένοντο δὲ οἱ υἱοὶ Ἐλιφάς· Θαιμάν, Ὠμάν, Σωφάρ,Γοθὸμ καὶ Κενέζ. 12Θαμνὰ δὲ ἦν παλλακὴ Ἐλιφὰς τοῦ υἱοῦ Ἠσαύ, καὶ ἔτεκεν τῷ Ἐλιφὰς τὸν Ἀμαλήκ. οὗτοι οἱ υἱοὶ Ἀδὰ γυναικὸς Ἠσαύ. 13οὗτοι δὲ υἱοὶ Ῥαγουήλ· Νάχομ, Ζάρε, Σομὲ καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Μασεμμὰθ γυναικὸς Ἠσαύ. 14οὗτοι δὲ υἱοὶ Ἐλιβέμας θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς Ἠσαύ· ἔτεκεν δὲ τῷ Ἠσαὺ τὸν Ἰεὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κόρε.

The Chiefs of Edom

15οὗτοι οἱ ἡγεμόνες υἱοῦ Ἠσαύ. υἱοὶ Ἐλιφὰς πρωτοτόκου Ἠσαύ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Ὠμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, 16ἡγεμὼν Κόρε, ἡγεμὼν Γοθά, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἐλιφὰς ἐν γῇ Ἰδουμαίᾳ, οὗτοι υἱοὶ Ἄδας. 17καὶ οὗτοι υἱοὶ Ῥαγουὴλ υἱοῦ Ἠσαύ· ἡγεμὼν Νάχοθ, ἡγεμὼν Ζάρε, ἡγεμὼν Μοζέ, ἡγεμὼν Σομέ· οὗτοι ἡγεμόνες Ῥαγουὴλ ἐν γῇ Ἐδώμ, οὗτοι υἱοὶ Μασεμμὰθ γυναικὸς Ἠσαύ. 18οὗτοι δὲ υἱοὶ Ὀλιβέμας γυναικὸς Ἠσαύ· ἡγεμὼν Ἰεούλ, ἡγεμὼν Ἰεγλόμ, ἡγεμὼν Κόρε· οὗτοι ἡγεμόνες Ἐλιβέμας. 19οὗτοι δὲ υἱοὶ Ἠσαύ, καὶ οὗτοι οἱ ἡγεμόνες αὐτῶν· οὗτοί εἰσιν οἱ ἡγεμόνες αὐτῶν, υἱοὶ Ἐδώμ.

20Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνὰ 21καὶ Δησὼν καὶ Σάαρ καὶ Ῥεισών· οὗτοι οἱ ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ. 22ἐγένοντο δὲ υἱοὶ Λωτὰν Χορρεὶ καὶ Αἱμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 23οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὼν καὶ Μαννάχαθ καὶ Γαιβήλ, Σὼφ καὶ Ὠμάν. 24καὶ οὗτοι υἱοὶ Σεβεγών· Ἀιὲ καὶ Ὠνάν· οὗτός ἐστιν ὁ Ὠνᾶς ὃς εὗρεν τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. 25οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά. 26οὗτοι δὲ υἱοὶ Δησών· Ἁμαδὰ καὶ Ἀσβὰν καὶ Ἰεθρὰν καὶ Χαρράν. 27οὗτοι δὲ υἱοὶ Σάαρ· Βαλαὰν καὶ Ζουκὰμ καὶ Ἰωυκὰμ καὶ Οὐκάν. 28οὗτοι δὲ υἱοὶ Ῥεισών· Ὢς καὶ Ἀράμ. 29οὗτοι ἡγεμόνες Χορρεί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν Ἀνά, 30ἡγεμὼν Δησών, ἡγεμὼν Σάαρ, ἡγεμὼν Ῥεισών· οὗτοι ἡγεμόνες Χορρεὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ.

The Kings of Edom

31Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰερουσαλήμ. 32καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βάλακ υἱὸς τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δεννάβα. 33ἀπέθανεν δὲ Βάλακ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἰωβὰδ υἱὸς Ζάρα ἐκ Βοσόρρας. 34ἀπέθανεν δὲ Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁσὸμ ἐκ γῆς Θεμανῶν. 35ἀπέθανεν δὲ Ἁσόμ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθάιμ. 36ἀπέθανεν δὲ Ἁδάδ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαλαμὰ ἐκ Μασέκκας. 37ἀπέθανεν δὲ Σαλαμά, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν. 38ἀπέθανεν δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Βαλαεννὼν υἱὸς Ἀχοβώρ. 39ἀπέθανεν δὲ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁρὰθ υἱὸς Βαράθ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φόγωρ· ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραεὶθ υἱοῦ Μεζοόβ.

40ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἠσαὺ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν · ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεβέρ, 41ἡγεμὼν Ἐλιβεμᾶς, ἡγεμὼν Ἠλᾶς, ἡγεμὼν Φινές, 42ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, 43ἡγεμὼν Μετοδιήλ, ἡγεμὼν Ζαφωεί· οὗτοι ἡγεμόνες Ἐδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος Ἠσαὺ πατὴρ Ἐδώμ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 35
Top of Page
Top of Page