The LORD Is Exalted 1Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφ᾽ ἱματίου οὕτως ἡττήσονται. 2Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. 3διὰ φωνὴν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη. 4νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδα, οὕτως ἐμπαίξουσιν ὑμῖν. 5ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλῷ, ἐνεπλήσθη Σειὼν κρίσεως· καὶ δικαιοσύνῃ 6ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης. 7Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφ᾽ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην. 8ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογισθήσεσθε αὐτοὺς ἀνθρώπους. 9ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών· φανερὰ ἔσται ἡ Γαλειλαία καὶ ὁ Χερμέλ. 10νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι· 11νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς, 12καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη. 13Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. 14ἀπέστησαν οἱ ἐν Σειὼν ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; 15πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν, 16οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 17βασιλέα μετὰ δόξης ὄψεσθε, οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν· 18ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους 19μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσατο οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις. 20ἰδοὺ Σειὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν· 21ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. 22ὁ γὰρ θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με· Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει. 23ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν. 24καὶ οὐ μὴ εἴπωσιν Κοπιῶ ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |