Nahum 2
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Overthrow of Nineveh

1ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως. σκόπευσον ὁδόν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύι σφόδρα·

2διότι ἀπέστρεψεν Κύριος τὴν ὕβριν Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν· διέφθειραν

3ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται

4ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συνπλακήσονται ἐν ταῖς πλατείαις ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.

5καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορίᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη αὐτῆς καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶν.

6πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσεν,

7καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν.

8καὶ Νινευή, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων.

9διήρπασαν τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ἐπὶ πάντα σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.

10ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμός, καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.

11ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις; ποῦ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνον λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν;

12λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.

13ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος Παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Nahum 1
Top of Page
Top of Page