Job Laments his Birth 1Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ 2λέγων 3Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν Ἰδοὺ ἄρσεν. 4ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· 5ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ᾽ αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα 6καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν. 7ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ᾽ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή· 8ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. 9σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα. 10ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. 11διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; 12ἵνα τί δὲ συνήντησάν μοι τὰ γόνατα; ἵνα τί δὲ μαστοὺς ἐθήλασα; 13νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην 14μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν, 15ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, 16ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, ἢ ὥσπερ νήπιοι οἳ οὐκ εἶδον φῶς. 17ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι· 18ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου. 19μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ. 20ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; 21οἳ ὀμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν, ἀνορύσσοντες ὥσπερ θησαυρούς· 22περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν. 23θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ θεὸς κατ᾽ αὐτοῦ. 24πρὸ γὰρ τῶν σίτων μου στεναγμὸς ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. 25φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι. 26οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |