2 Chronicles 32
Swete's Septuagint ABP ▾  HEB ▾ 

Sennacherib Invades Judah

1Καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις, καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς. 2καὶ εἶδεν Ἑζεκίας ὅτι ἥκει Σενναχηρεὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἰερουσαλήμ. 3καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν ἃ ἦν ἔξω τῆς πόλεως· καὶ συνεπίσχυσεν αὐτῷ. 4καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως, λέγων Μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ. 5καὶ κατίσχυσεν Ἑζεκίας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο, καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυείδ, καὶ κατεσκεύασεν ὅπλα πολλά. 6καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων 7Ἰσχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ᾽ αὐτοῦ· ὅτι μεθ᾽ ἡμῶν πλείονες ἢ μετ᾽ αὐτοῦ. 8μετ᾽ αὐτοῦ βραχίονες σάρκινοι, μεθ᾽ ἡμῶν δὲ Κύριος ὁ θεὸς ἡμῶν, τοῦ σώζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἑζεκίου βασιλέως Ἰούδα.

Sennacherib Boasts against the Lord

9Καὶ μετὰ ταῦτα ἀπέστειλεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχεὶς καὶ πᾶσα ἡ στρατεία μετ᾽ αὐτοῦ, καὶ ἀπέστειλεν πρὸς Ἑζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰουδὰ τὸν ἐν Ἰερουσαλὴμ λέγων 10Οὕτως λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ἐπὶ τί ὑμεῖς πεποίθατε; καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἰερουσαλήμ; 11οὐχὶ Ἑζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν, λέγων Κύριος ὁ θεὸς ἡμῶν σώσει ὑμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ; 12οὗτός ἐστιν Ἑζεκίας ὃς περιεῖλεν τὰ θυσιατήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ λέγων Κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ᾽ αὐτῷ θυμιάσετε. 13οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου; 14τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου; μὴ ἠδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου; 15νῦν μὴ ἀπατὰτω ὑμᾶς Ἑζεκίας, καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.

16καὶ ἔτι ἐλάλησαν παῖδες αὐτοῦ ἐπὶ Κύριον θεὸν καὶ ἐπὶ Ἑζεκίαν παῖδα αὐτοῦ. 17καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ἰσραήλ, καὶ εἶπεν περὶ αὐτοῦ λέγων Ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Ἑζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου. 18καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ ἐπὶ λαὸν Ἰερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους τοῦ βοηθῆσαι αὐτοῖς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν. 19καὶ ἐλάλησεν ἐπὶ θεὸν Ἰερουσαλὴμ καὶ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.

Jerusalem Delivered from Sennacherib

20καὶ προσηύξατο Ἑζεκίας ὁ βασιλεὺς καὶ Ἠσαίας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων, καὶ ἐβόησεν εἰς τόν οὐρανόν. 21καὶ ἀπέστειλεν Κύριος ἄγγελον· ἐξέτριψεν πᾶν δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ· καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλθεν εἰς οἶκον θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ. 22καὶ ἔσωσεν Κύριος Ἑζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐκ χειρὸς Σενναχηρεὶμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων, καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν. 23καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ἰερουσαλὴμ καὶ δόματα τῷ Ἑζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.

Hezekiah's Illness and Recovery

24Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἑζεκίας ἕως θανάτου, καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ. 25καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἔδωκεν αὐτῷ ἀπέδωκεν Ἑζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰουδὰ καὶ Ἰερουσαλήμ. 26καὶ ἐταπεινώθη Ἑζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ θεοῦ ἐν ταῖς ἡμέραις Ἑζεκίου.

27καὶ ἐγένετο τῷ Ἑζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα· καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου, καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητά, 28καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου, καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια, 29καὶ πόλεις ἃς ᾠκοδόμησεν αὐτῷ καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα. 30αὐτὸς Ἑζεκίας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Σειὼν τὸ ἄνω, καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυείδ· καὶ εὐοδώθη Ἑζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. 31καὶ οὕτως τοῖς πρεσβύταις τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ᾽ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

Hezekiah's Death

32καὶ τὰ κατάλοιπα τῶν λόγων Ἑζεκίου καὶ τὸ ἔλεος αὐτοῦ, ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἠσαίου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 33καὶ ἐκοιμήθη Ἑζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυείδ· καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· καὶ ἐβασίλευσεν Μανασσὴ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 31
Top of Page
Top of Page