1 Samuel 3
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Lord Calls Samuel

1Καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ἠλεὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.

2καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἠλεὶ ἐκάθητο ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπειν· 3καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ οὗ ἡ κιβωτὸς τοῦ θεοῦ. 4καὶ ἐκάλεσεν Κύριος Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ. 5καὶ ἔδραμεν πρὸς Ἠλεὶ καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν. 6καὶ προσέθετο Κύριος καὶ ἐκάλεσεν Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἠλεὶ τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε. 7καὶ Σαμουὴλ πρὶν γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα Κυρίου. 8καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἠλεὶ καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἠλεὶ ὅτι Κύριος κέκληκεν τὸ παιδάριον. 9καὶ εἶπεν Ἀνάστρεφε, κάθευδε, τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.

God's Judgment against Eli

10καὶ ἦλθεν Κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπεν Σαμουήλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. 11καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραήλ· παντὸς ἀκούοντος αὐτά, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. 12ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλεὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. 13καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ᾽ οὕτως. 14ὤμοσα τῷ οἴκῳ Ἠλεί Εἰ ἐξιλασθήσετσι ἀδικία οἴκου Ἠλεὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.

Samuel Shares his Vision

15καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωί, καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν Ἠλεί. 16καὶ εἶπεν Ἠλεὶ πρὸς Σαμουήλ Σαμουὴλ τέκνον· καὶ εἶπεν Ἰδοὺ ἐγώ. 17καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ θεός, ἐὰν κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα ἐκ πάντων λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου. 18καὶ ἀπήγγειλεν Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπ᾽ αὐτοῦ· καὶ εἶπεν Ἠλεί Κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.

19Καὶ ἐμεγαλύνθη Σαμουὴλ καὶ ἦν Κύριος μετ᾽ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. 20καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε ὅτι πιστὸς Σαμονὴλ εἰς προφήτην τῷ κυρίῳ. 21καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ἠλεὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 2
Top of Page
Top of Page