1 Kings 17
Swete's Septuagint ABP ▾  HEB ▾ 

Ravens Feed Elijah

1Καὶ εἶπεν Ἠλειοὺ ὁ προφήτης ὁ Θεσβείτης ἐκ Θεσβὼν τῆς Γαλαὰδ πρὸς Ἀχαάβ Ζῇ Κύριος ὁ θεὸς τῶν δυνάμεων, ὁ θεὸς Ἰσραὴλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός· ὅτι εἰ μὴ διὰ στόματος λόγου μου. 2Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλειού 3Πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. 4καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. 5καὶ ἐποίησεν Ἠλειοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. 6καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ. 7καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.

The Widow of Zarephath

8Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλειού 9Ἀνάστηθι καὶ πορεύου εἰς Σάρεπτα τῆς Σειδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. 10καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σάρεπτα, εἰς τόν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλειοὺ καὶ εἶπεν αὐτῇ Λάβε δὴ ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι. 11καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλειοὺ καὶ εἶπεν Λήμψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου. 12καὶ εἶπεν ἡ γυνή Ζῇ Κύριος ὁ θεὸς σου, εἰ ἔστιν μοι ἐνκρυφίας ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. 13καὶ εἶπεν πρὸς αὐτὴν Ἠλειού Θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου. ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐνκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾽ ἐσχάτου, 14ὅτι τάδε λέγει Κύριος Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς. 15καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς. 16καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλειού.

Elijah Raises the Widow's Son

17καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου· καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. 18καὶ εἶπεν πρὸς Ἠλειού Τί ἐμοὶ καὶ σοί, ὁ ἄνθρωπος τοῦ θεοῦ; εἰσῆλθες πρὸς μὲ τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου; 19καὶ εἶπεν Ἠλειοὺ πρὸς τὴν γυναῖκα Δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης. 20καὶ ἀνεβόησεν Ἠλειοὺ καὶ εἶπεν Οἴμοι Κύριε, ὁ μάρτυς τῆς χήρας μεθ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. 21καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρίς, καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν Κύριε ὁ θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν. 22καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησεν τὸ παιδάριον. 23καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλειού Βλέπε, ζῇ ὁ υἱός σου. 24καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλειού Ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν στόματί σου ἀληθινόν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Kings 16
Top of Page
Top of Page