Twenty-Four Divisions of Musicians 1Καὶ ἔστησεν Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδειθὼν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν. 2υἱοὶ Ἀσάφ· Σακχούς, Ἰωσὴφ καὶ Ναθαλίας καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως. 3τῷ Ἰδειθών, υἱοὶ Ἰδειθών· Τουνὰ καὶ Σουρεὶ καὶ Σαιὰ καὶ Σεμεεὶ καὶ Ἁσαβιὰ καὶ Ματταθίας, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ἰδειθὼν ἐν κινύρᾳ ἀνακρουόμενος ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ. 4τῷ Αἱμανεί, υἱοὶ Αἱμάν· Βουκείας καὶ Μανθανίας καὶ Ἀζαραὴλ καὶ Σουβαὴλ καὶ Ἀμσοὺ καὶ Ἰερεμὼθ καὶ Ἁνανίας καὶ Ἠλιαθὰθ καὶ Γοδολλαθεὶ καὶ Ῥωμεί· υἱοὶ Ὢδ καὶ Ἰειβασάκα καὶ Μανθεὶ καὶ Ὡθηρεὶ καὶ Μελζώθ. 5πάντες οὗτοι υἱοὶ τῷ Αἱμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας· καὶ ἔδωκεν θεὸς τῷ Αἱμὰν υἱοὺς δέκα τέσσαρες καὶ θυγατέρας τρεῖς. 6πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ θεοῦ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσαφ καὶ Ἰδειθὼν καὶ Αἱμανεί. 7καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. 8καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων. 9καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσάφ, τῷ Ἰωσήφ, Γαλουιὰ ὁ δεύτερος, Ἡνειά, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο· 10ὁ τρίτος Ζαχχούθ, υἱὸς αὐτοῦ· καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 11ὁ τέταρτος Ἰεσδρεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 12ὁ πέμπτος Ναθάν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 13ὁ ἕκτος Βουκείας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 14ὁ ἕβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 15ὁ ὄγδοος Ἰωσειά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 16ὁ ἔνατος Μανθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 17ὁ δέκατος Ἐμεεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 18ὁ ἑνδέκατος Ἀζαριά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 19ὁ δωδέκατος Ἁριά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 20ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 21ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 22ὁ πεντεκαιδέκατος Ἐρειμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 23ὁ ἑκκαιδέκατος Ἁνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 24ὁ ἑπτακαιδέκατος Βακατά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 25ὁ ὀκτωκαιδέκατος Ἁνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 26ὁ ἐννεακαιδέκατος Μεθαθεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 27ὁ εἰκοστὸς Αἰμαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 28ὁ εἰκοστὸς πρῶτος Ἡθεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 29ὁ εἰκοστὸς δεύτερος Γοδομαθεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 30ὁ τρίτος καὶ εἰκοστὸς Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 31ὁ τέταρτος καὶ εἰκοστὸς Ῥομελχεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |