Psalm 71
Berean Greek Bible Par ▾ 

Be My Rock of Refuge

1Τῷ Δαυείδ, υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ὁ θεὸς, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

2ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με.

3γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν, εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.

4ὁ θεός, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·

5ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε· Κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.

6ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.

7ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός.

8πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρεπίαν σου.

9μὴ ἀπορίψῃς με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλιπεῖν τὴν ἰσχύν μου μὴ ἐνκαταλίπῃς με.

10ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοί, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό,

11λέγοντες Ὁ θεὸς ἐνκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.

12ὁ θεός, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ,

13αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.

14ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.

15τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων πραγματίας.

16εἰσελεύσομαι ἐν δυναστίᾳ Κυρίου· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.

17ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου,

18καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ θεός, μὴ ἐνκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ, τὴν δυναστίαν σου

19καὶ τὴν δικαιοσύνην σου, ὁ θεός, ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα. ὁ θεός, τίς ὅμοιός σοι;

20ὅτι ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,

21πλεονάσας τὴν δικαιοσύνην σου. καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων πάλιν ἀνήγαγές με.

22καὶ γὰρ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ψαλῶ σοι, ὁ θεός, ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.

23ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω.

24ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 70
Top of Page
Top of Page