Psalm 29
Berean Greek Bible Par ▾ 

Ascribe Glory to the LORD

1Ψαλμὸς τῷ Δαυείδ· ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν,

2ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

3φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, Κύριος ἐπὶ ὑδάτων πολλῶν.

4φωνὴ Κυρίου ἐν ἰσχύι, φωνὴ Κυρίου ἐν μεγαλοπρεπίᾳ.

5φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου,

6καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον· καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.

7φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.

8φωνὴ Κυρίου συνσείοντος ἔρημον, συνσείσει κύριος τὴν ἔρημον Καδής.

9φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.

10Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.

11Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 28
Top of Page
Top of Page