Psalm 146
Berean Greek Bible Par ▾ 

Praise the LORD, O My Soul

1Ἁλληλουιά· Ἁγγαίου καὶ Ζαχαρίου. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον·

2αἰνέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω.

3μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας καὶ ἐφ᾽ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία·

4ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

5μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ·

6τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

7ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν. Κύριος λύει πεπεδημένους·

8Κύριος ἀνορθοῖ κατερραγμένους· Κύριος σοφοῖ τυφλούς· Κύριος ἀγαπᾷ δικαίους·

9Κύριος φυλάσσει τοὺς προσηλύτους, ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.

10βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 145
Top of Page
Top of Page