Jonathan Helps David 1Καὶ ἀπέδρα Δαυεὶδ ἐξ Ἀυὰθ ἐν Ῥαμά, καὶ ἔρχεται ἐνώπιον Ἰωναθὰν καὶ εἶπεν Τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου; 2καὶ εἶπεν αὐτῷ Ἰωναθάν Μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο. 3καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ἰωναθὰν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν μὴ γνῶναι τοῦτο Ἰωναθάν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς εἶπεν, ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου. 4καὶ εἶπεν Ἰωναθὰν πρὸς Δαυείδ Τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι; 5καὶ εἶπεν Δαυεὶδ πρὸς Ἰωναθάν Ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης. 6ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς Παραιτούμενος παρῃτήσατο ἀπ᾽ ἐμοῦ Δαυεὶδ δραμεῖν ἕως εἰς Βηθλέεμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ. 7ἐὰν τάδε εἴπῃ Ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ᾽ αὐτοῦ. 8καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ· καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με; 9καὶ εἶπεν Ἰωναθάν Μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγέλλω σοι. Jonathan and David Renew Their Covenant 11καὶ εἶπεν Ἰωναθὰν πρὸς Δαυείδ Πορεύου καὶ μένε εἰς ἀγρόν· καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν. 12Καὶ εἶπεν Ἰωναθὰν πρὸς Δαυείδ Κύριος ὁ θεὸς Ἰσραὴλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυείδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν· 13τάδε ποιήσαι ὁ θεὸς τῷ Ἰωναθὰν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται Κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου. 14καὶ μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἔλεος μετ᾽ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω, 15οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυεὶδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς, εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωναθὰν ἀπὸ τοῦ οἴκου Δαυείδ· καὶ ἐκζητήσαι Κύριος ἐχθροὺς τοῦ Δαυείδ. 16ἐξαρθῆναι τὸ ὄνομα τοῦ ιωναθαν ἀπὸ τοῦ οἴκου δαυιδ καὶ ἐκζητήσαι κύριος ἐχθροὺς τοῦ δαυιδ. (*) 17καὶ προσέθετο ἔτι Ἰωναθὰν ὀμόσαι τῷ Δαυείδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν. 18καὶ εἶπεν Ἰωναθάν Αὔριον νουμηνία καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου. 19καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο. 20καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν Ἁρματταρεί. 21καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον λέγων Δεῦρο εὑρέ μοι τὴν γοῦζαν· ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν, παραγίνου· ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος Κυρίου, ζῇ Κύριος. 22ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου, ὅτι ἐξαπέσταλκέν σε Κύριος. 23καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος. 24Καὶ κρύπτεται Δαυεὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μὴν καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν. 25καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασεν τὸν Ἰωναθάν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυείδ. 26καὶ οὐκ ἐλάλησεν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκεν Σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται. 27καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυείδ, καὶ εἶπεν Σαοὺλ πρὸς Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ Τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν; 28καὶ ἀπεκρίθη Ἰωναθὰν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ Παρῄτηται Δαυεὶδ παρ᾽ ἐμοῦ ἕως εἰς Βηθλέεμ τὴν πόλιν αὐτοῦ πορευθῆναι, 29καὶ εἶπεν Ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διασωθήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως. Saul Seeks to Kill Jonathan 30καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωναθὰν σφόδρα καὶ εἶπεν αὐτῷ Υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου; 31ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος. 32καὶ ἀπεκρίθη Ἰωναθὰν τῷ Σαούλ Ἵνα τί ἀποθνήσκει; τί πεποίηκεν; 33καὶ ἐπῆρεν Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωναθὰν τοῦ θανατῶσαι αὐτόν, καὶ ἔγνω Ἰωναθὰν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυείδ. 34καὶ ἀνεπήδησεν Ἰωναθὰν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι συνετέλεσεν ἐπ᾽ αὐτὸν ὁ πατὴρ αὐτοῦ. 35Καὶ ἐγενήθη πρωὶ καὶ ἐξῆλθεν Ἰωναθὰν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυείδ, καὶ παιδάριον μικρὸν μετ᾽ αὐτοῦ.
36καὶ εἶπεν τῷ παιδαρίῳ Δράμε, εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ, καὶ παρήγαγεν αὐτήν.
37καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωναθάν·
38καὶ ἀνεβόησεν Ἰωναθὰν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν Ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· καὶ ἀνεβόησεν Ἰωναθὰν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων Ταχύνας σπεῦσον καὶ μὴ στῇς· καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωναθὰν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.
39καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθὲν παρὲξ Ἰωναθὰν καὶ Δαυείδ.
40καὶ Ἰωναθὰν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Πορεύου, εἴσελθε εἰς τὴν πόλιν.
41καὶ ὡς εἰσῆλθεν τὸ παιδάριον, καὶ Δαυεὶδ ἀνέστη ἀπὸ τοῦ ἀργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης.
42καὶ εἶπεν Ἰωναθάν Πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου λέγοντες Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τοῦ σηέρματός σου ἕως αἰῶνος. καὶ ἀνέστη Δαυεὶδ καὶ ἀπῆλθεν, καὶ Ἰωναθὰν εἰσῆλθεν εἰς τὴν πόλιν. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |