Solomon’s Princes 1Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ. 2καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτοῦ· Ἀζαρεὶ υἱὸς Σαδώκ, 3καὶ Ἐλιὰφ καὶ Ἀχειὰ υἱὸς Σαβὰ γραμματεῖς, καὶ Ἰωσαφὰθ υἱὸς Ἀχειλιὰδ ὑπομιμνήσκων,a 4καὶ Σαδοὺχ καὶ Ἀβιαθὰρ ἱερεῖς, 5καὶ Ὀρνειὰ υἱὸς Ναθὰν ἐπὶ τῶν καθεσταμένων, καὶ Ζαβοὺθ υἱὸς Ναθὰν ἑταῖρος τοῦ βασιλέως, 6καὶ Ἀχεὶ ἦν οἰκονόμος, καὶ Ἐλιὰκ ὁ οἰκονόμος, καὶ Ἐλιάβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς, καὶ Ἀδωνειρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων.b Solomon’s Twelve Officers 7καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραήλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βαιὼρ ἐν ὄρει Ἐφράιμ, εἷς· 9υἱὸς Ῥῆχας ἐν Μαχεμὰς καὶ Βηθαλαμεὶ καὶ Βαιθσάμυς καὶ Ἐλὼμ ἕως Βαιθλαμάν, εἷς· 10υἱὸς Ἕσωθ, Βηρνεμαλουσαμηνχὰ καὶ Ῥησφαραχεὶν 11ἀνὰ Δὰν καὶ ἀνὰ Φαθεί, ἀνὴρ Ταβληθεί, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·c 12Βακχὰ υἱὸς Ἀχειμάχ, Πολαμὰχ καὶ Μεκεδώ, καὶ πᾶς ὁ οἶκος Δὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσρᾶε, καὶ ἐκ Βαισαφοὺτ Ἐβελμαωλὰ ἕως Μαέβερ Λουκάμ, εἷς· 13υἱὸς Γάβερ Ἐρεμὰθ Γαλαάθ, τούτῳ σχοίνισμα Ἐρεταβὰμ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς· 14Ἀχειναὰβ υἱὸς Ἀχέλ, Μααναιεῖον· 15Ἀχειμάας ἐν Νεφθαλεί, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμὰθ θυγατέρα Σαλωμών, εἷς· 16Βαανὰ υἱὸς Χουσεὶ ἐν τῇ Μααλά, εἷς· 17υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμείν· 18υἱὸς Ἀδαὶ ἐν τῇ γῇ Γὰδ τῇ Σηὼν βασιλέως τοῦ Ἑσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάν· καὶ νασὲφ εἷς ἐν γῇ Ἰούδα· 19Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσαχάρ. Solomon’s Prosperity 20καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βσαιλεῖ Σαλωμών, καὶ πάντα διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ· οὐ παραλλάσσουσιν λόγον· 21καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. 22καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, 23καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σιτευτά. 24ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν. 25καὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 26καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 27καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους, καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρείτην καὶ τὸν Αἱνὰν καὶ τὸν Χαλκὰδ καὶ Δαραλά, υἱὸς Μάλ. 28ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν. (*) Solomon’s Wisdom 29καὶ ἐλάλησεν Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι.
30καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου, καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων.
31καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών, καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ.
32Καὶ ἔλαβεν Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἑαυτῷ εἰς γυναῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ἰερουσαλήμ.
33ὅτε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γάζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανείτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών·
34καὶ Σαλωμὼν ᾠκοδόμησεν τὴν Γάζερ. Footnotes: 3 a See 2 Samuel 8:17, 2 Samuel 20:25, and 1 Chronicles 18:16. 6 b See 2 Samuel 20:24 and 2 Chronicles 10:18. 11 c See Joshua 11:2. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |