Rebellion against Rehoboam 1Καὶ πορεύεται βασιλεὺς Ῥοβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν. 3καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ῥοβοὰμ λέγοντες 4Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν· καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως οὗ ἔδωκεν ἐφ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι. 5καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλθετε ἕως ἡμερῶν τριῶν, καὶ ἀναστρέψατε πρὸς μέ· καὶ ἀπῆλθον. 6καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον; 7καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. 8καὶ ἑνκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾽ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ 9καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε; καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρὸς μὲ λεγόντων Κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾽ ἡμᾶς; 10καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾽ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ, λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀφ᾽ ἡμῶν· τάδε λαλήσεις πρὸς αὐτούς Ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου. 11καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 12καὶ παρεγένοντο πᾶς Ἰσραὴλ πρὸς τὸν βασιλέα Ῥοβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων Ἀναστράφητε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ. 13καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐνκατέλιπεν Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, 14καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 15καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Ἀχειὰ τοῦ Σηλωνείτου περὶ Ἰεροβοὰμ υἱοῦ Ναβάτ. The Kingdom Divided 16καὶ εἶδον πᾶς Ἰσραὴλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυείδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε, Ἰσραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυείδ. καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. 18καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἀρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ἰερουσαλήμ.a 19καὶ ἠθέτησεν Ἰσραὴλ εἰς τὸν οἶκον Δαυεὶδ ἕως τῆς ἡμέρας ταύτης. Shemaiah’s Prophecy 20καὶ ἐγένετο ὡς ἤκουσεν πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ῥοβοάμ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ· καὶ οὐκ ἦν ὀπίσω Δαυεὶδ παρὲξ σκήπτρου Ἰούδα καὶ Βενιαμείν, μόνοι. 21Καὶ Ῥοβοὰμ εἰσῆλθεν εἰς Ἰερουσαλήμ, καὶ ἐξεκλησίασεν τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βενιαμείν, ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ῥοβοὰμ υἱῷ Σαλωμών. 22καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ λέγων 23Εἰπὸν τῷ Ῥοβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμεὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων 24Τάδε λέγει Κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾽ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου. 1 Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐν Ἰερουσαλήμ, υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν· καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν, θυγάτηρ Ἀνὰ υἱοῦ Ναὰς βασιλέως Ἀμμών· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. 2 Καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Ἐφράιμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ Ἰεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαρεισά, πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ. καὶ ᾠκοδόμησεν Σαλωμὼν τὴν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ, καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων· οὗτος ᾠκοδόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Ἐφράιμ· οὗτος συνέκλεισεν τὴν πόλιν Δαυείδ, καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. 3 καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν· καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν μετ᾽ αὐτοῦ ἕως ἀπέθανεν Σαλωμών. 4 καὶ ἤκουσεν Ἰεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκεν Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακεὶμ βασιλέως Αἰγύπτου λέγων Ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακείμ Αἴτησαί τι αἴτημα καὶ δώσω σοι. 5 καὶ Σουσακεὶμ ἔδωκεν τῷ Ἰεροβοὰμ τὴν Ἀνὼ ἀδελφὴν Θεκεμείνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἡ μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως, καὶ ἔτεκεν τῷ Ἰεροβοὰμ τὸν Ἀβιὰ υἱὸν αὐτοῦ. 6 καὶ εἶπεν Ἰεροβοὰμ πρὸς Σουσακείμ Ὄντως ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν Ἰεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἦλθεν εἰς γῆν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Ἐφράιμ· καὶ ᾠκοδόμησεν Ἰεροβοὰμ ἐκεῖ χάρακα. 7 Καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίᾳ κραταιᾷ σφόδρα· καὶ ἐπορεύθη Ἰεροβοὰμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ἀνὼ τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι, πορεύου· ἐπερώτησον τὸν θεὸν ὑπὲρ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. 8 καὶ ἄνθρωπος ἦν ἐν Σηλὼ καὶ ὄνομα αὐτῷ Ἀχειά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα Κυρίου μετ᾽ αὐτοῦ. καὶ εἶπεν Ἰεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. 9 καὶ ἀνέστη ἡ γυνή, καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ Ἀχειά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν. 11 καὶ ἀνέστη ἐκ Σαρειρὰ καὶ πορεύεται· καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Ἀχειὰ τὸν Σηλωνείτην, καὶ εἶπεν Ἀχειὰ τῷ παιδαρίῳ αὐτοῦ Ἔξελθε δὴ εἰς ἀπαντὴν Ἀνὼ τῇ γυναικὶ Ἰεροβοὰμ καὶ ἐρεῖς αὐτῇ Εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος Σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ. 12 καὶ εἰσῆλθεν Ἀνὼ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ, καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος Ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾽ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαρειρά, καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι Τὸ παιδάριον τέθνηκεν. 13 ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ Ἰεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ἰεροβοὰμ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὸ παιδάριον κόψεται Οὐαὶ κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ κυρίου. 14 καὶ ἀπῆλθεν ἡ γυνὴ ὡς ἤκουσεν· καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαρειρά, καὶ τὸ παιδάριον ἀπέθανεν, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. Καὶ ἐπορεύθη Ἰεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφράιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ ἀνέβη ἐκεῖ Ῥοβοὰμ υἱὸς Σαλωμών. 15 καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ἐνλαμεὶ λέγων Λάβε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ, καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα· καὶ δώσεις τῷ Ἰεροβοάμ, καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει Κύριος Λάβε σεαυτῷ δώδεκα ῥήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ἰεροβοάμ· καὶ εἶπεν Σαμαίας Τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ. 16 Καὶ εἶπεν ὁ λαὸς πρὸς Ῥοβοὰμ υἱὸν Σαλωμών Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νυνὶ κουφιεῖς σὺ ἐφ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ῥοβοὰμ πρὸς τὸν λαόν Ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα. 17 καὶ εἶπεν Ῥοβοάμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ᾽ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ῥοβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν· καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ Οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός. 18 καὶ διεσκέδασεν Ῥοβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρὸς μὲ λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ Οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις. 19 καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ῥοβοάμ· καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια. 20 καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυεὶδ οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί· εἰς τὰ σκηνώματά σου, Ἰσραήλ, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. 21 καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ῥοβοάμ, καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ἰερουσαλήμ· καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα καὶ πᾶν σκῆπτρον Βενιαμείν. 24 Καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν Ῥοβοὰμ πάντα ἄνδρα Ἰούδα καὶ Βενιαμείν, καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἰεροβοὰμ εἰς Σίκιμα. 25 καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ Εἰπὸν τῷ Ῥοβοὰμ βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμεὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει Κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἰσραήλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾽ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. 26 καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον τοῦ πορευθῆναι, κατὰ τὸ ῥῆμα Κυρίου. Jeroboam’s Idolatry 25Καὶ ᾠκοδόμησεν Ἰεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Ἐφράιμ, καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν Φανουήλ.b
26καὶ εἶπεν Ἰεροβοὰμ ἐν τῂ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία ἐν οἴκῳ Δαυείδ·
27ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς Ἰερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ῥοβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσίν με.
28καὶ ἐβουλεύσατο ὁ βασιλεύς, καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλις χρυσᾶς, καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἰερουσαλήμ· ἰδοὺ θεοί σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.
29καὶ ἔθετο τὴν μίαν εἰς Βαιθήλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.
30καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δάν.
31καὶ ἐποίησεν οἴκους ἐφ᾽ ὑψηλῶν, καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευεί.
32καὶ ἐποίησεν Ἰεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησεν.c
33καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. Footnotes: 18 a See 1 Kings 4:6 and 1 Kings 5:14. 25 b See Genesis 32:30. 32 c See Leviticus 23:34. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |