Better a Dry Morsel with Quietness 1κρείσσων ψωμὸς μεθ᾽ ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. ⸆ 2οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. 3ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ· 4κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν. 5ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται· ὁ δὲ ἐπισπλαχνιζόμενος ἐλεηθήσεται. 6στέφανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν. [1] τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. 7οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά, οὐδὲ δικαίῳ χείλη ψευδῆ. 8μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις, οὗ δ᾽ ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται. 9ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν, ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους. 10συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. 11ἀντιλογίας ἐγείρει πᾶς κακός, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. 12ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. 13ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. 14ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. 15ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ. 16ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος· οὐ δυνήσεται. ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν, ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά. 17εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν, τούτου γὰρ χάριν γεννῶνται. 18ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύην τῶν ἑαυτοῦ φίλων. 19φιλαμαρτήμων χαίρει μάχαις, 20ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά, 21καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. 22καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. 23λαμβάνοντος δῶρα ἐν κόλποις ἀδίκως οὐ κατευοδοῦνται ὁδοί, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. 24πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ᾽ ἄκρα γῆς. 25ὀργὴ πατρί ἐστιν υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ. 26ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. 27ὃς φείδεται ῥῆμα προελέσθαι σκληρὸν ἐπιγνώμων, μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. 28ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |