Judges 18
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Danites Settle in Laish

1Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία. 2καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτήν, καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Ἐφράιμ ἕως οἴκου Μειχαία· καὶ ηὐλίσθησαν ἐκεῖ αὐτοὶ 3ἐν οἴκῳ Μειχαία. καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευείτου, καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤνεγκέν σε ὧδε; καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ; καὶ τί σοι ὧδε; 4καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μειχαίας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα. 5καὶ εἶπαν αὐτῷ Ἐρώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ. 6καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ.

7Καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λάισα· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾽ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα· καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροῦ· καὶ μακράν εἰσιν Σιδωνίων, καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον. 8καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαόλ, καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν Τί ὑμεῖς κάθησθε; 9καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν, καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν. 10καὶ ἡνίκα ἄν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾽ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν, τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ.

11Καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δάν, ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαόλ, ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως. 12καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρεὶμ ἐν Ἰούδα. διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δάν, ἕως τῆς ἡμέρας ταύτης· ἰδοὺ ὀπίσω Καριαθιαρείμ. 13καὶ παρῆλθον ἐκεῖθεν ὄρος Ἐφράιμ καὶ ἦλθον ἕως οἴκου Μειχαία.

Danites Take Micah's Idols

14καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν Λάισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς αὐτῶν Ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφεὶν καὶ γλυπτὸν καὶ χωνευτόν· καὶ νῦν γνῶτε ὅ τι ποιήσετε. 15καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευείτου, οἶκον Μειχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην. 16καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν. 17καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν, 18καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μειχαία, καὶ ὁ ἱερεὺς ἑστώς· καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφεὶν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε; 19καὶ εἶπαν αὐτῷ Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου, καὶ δεῦρο μεθ᾽ ἡμῶν καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνός, ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ; 20καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ ἐφὼδ καὶ τὸ θεραφεὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ.

21καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν, καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν. 22αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μειχαία, καὶ ἰδοὺ Μειξαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μειχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν. 23καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δὰν καὶ εἶπαν τῷ Μειχαίᾳ Τί ἐστίν σοι ὅτι ἐβόησας; 24καὶ εἶπεν Μειχαίας Ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ τὸν ἱερέα, καὶ ἐπορεύθητε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετε πρὸς μέ Τί κράζεις; 25καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δάν Μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾽ ἡμῶν, μή ποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ, καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. 26καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδεν Μειχαίας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.

27καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίησεν Μειχαίας καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λάισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾽ ἐλπίδι· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. 28καὶ οὐκ ἦν ὁ ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ῥαάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ, 29καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δάν, ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ Οὐλαμάις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον. 30καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ Ἰωναθὰμ υἱὸς Γηρσὸμ υἱὸς Μανασσή, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας ἀποικίας τῆς γῆς. 31καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτὸν ὃ ἐποίησεν Μειχαίας πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλώμ. καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Judges 17
Top of Page
Top of Page