2 Samuel 20
Swete's Septuagint ABP ▾  HEB ▾ 

Sheba's Rebellion

1Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σάβεε, υἱὸς Βοχορεί, ἀνὴρ ὁ Ἱεμενεί· καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυεὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.

2καὶ ἀνέβη πᾶς Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυεὶδ ὀπίσω Σάβεε υἱοῦ Βοχορεί· καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἰερουσαλήμ.

3Καὶ εἰσῆλθεν Δαυεὶδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἰερουσαλήμ· καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς, καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν, καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν, χῆραι ζῶσαι.

4Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαεί Βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι. 5καὶ ἐπορεύθη Ἀμεσσαεὶ τοῦ βοῆσαι τὸν Ἰούδαν, καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ. 6καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεισά Νῦν κακοποιήσει ἡμᾶς Σάβεε υἱὸς Βοχορεὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. 7καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ Ἀβεσσὰ καὶ οἱ ἄνδρες Ἰωὰβ καὶ ὁ Χελεθθεὶ καὶ ὁ Φελεθθεὶ καὶ πάντες οἱ δυνατοί, καὶ ἐξῆλθαν ἐξ Ἰερουσαλὴμ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεί. 8καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ Ἀμεσσαεὶ ἦλθεν ἔμπροσθεν αὐτῶν· καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπ᾽ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς· καὶ ἡ μάχαιρα ἐξῆλθεν, καὶ αὐτὴ ἐξῆλθεν καὶ ἔπεσεν. 9καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαεί Εἰ ὑγιαίνεις, ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαεὶ τοῦ καταφιλῆσαι αὐτόν.

Amasa Slain

10καὶ Ἀμεσσαεὶ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ἰωὰβ καὶ Ἀβεισὰ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σάβεε υἱοῦ Βοχορεί. 11καὶ ἀνὴρ ἔστη ἐπ᾽ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ἰωάβ, καὶ τίς τοῦ Δαυεὶδ ὀπίσω Ἰωάβ; 12καὶ Ἀμεσσαεὶ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός· καὶ ἀπέστρεψαν τὸν Ἀμεσσαεὶ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ᾽ αὐτὸν ἱμάτιον, καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ᾽ αὐτὸν ἑστηκότα.

The Rebellion Stopped

13ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθεν πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοῦ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεὶ.

14καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχά, καὶ πάντες ἐν Χαρρεὶ καὶ ἐξεκκλησιάσθησαν· καὶ ἦλθεν κατόπισθεν αὐτοῦ. 15καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ᾽ αὐτὸν ἐν Ἀβὲλ τὴν Βαιθμαχά, καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι· καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος· 16καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν Ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωάβ Ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν. 17καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου· καὶ εἶπεν Ἰωάβ Ἀκούω ἐγώ εἰμι. 18καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ· ἐρῶντες ἐπερωτήσουσιν ἕνα ἐν Ἀβὲλ καὶ οὕτως, εἰ ἐξέλιπον. 19ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἵνα τί καταποντίζεις κληρονομίαν Κυρίου; 20καὶ ἀπεκρίθη Ἰωὰβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ φθερῶ· 21οὐχ οὗτος ὁ λόγος· ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφράιμ, Σάβεε υἱὸς Βοχορεὶ ὄνομα αὐτοῦ, καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυείδ. δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωάβ Ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους. 22καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαόν, καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σάβεε υἱοῦ Βοχορεί, καὶ ἀφεῖλεν καὶ ἔβαλεν πρὸς Ἰωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ᾽ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα.

23Καὶ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ, καὶ Βαναίας υἱὸς Ἀχειλοὺθ ἐπὶ τοῦ Χελεθθεὶ καὶ ἐπὶ τοῦ Φελεθθεί, 24καὶ Ἀδωνειρὰμ ἐπὶ τοῦ φόρου, καὶ Ἰωσαφὰθ υἱὸς Ἀχειλοὺθ ἀναμιμνήσκων, 25καὶ Ἰησοῦς ὁ γραμματεύς, καὶ Σαδὼκ καὶ Ἀβιαθὰρ ἱερεῖς, 26καί γε Εἴρας ὁ Ἰαρεὶν ἦν ἱερεὺς τοῦ Δαυείδ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Samuel 19
Top of Page
Top of Page