Asa's Treaty with Syria 1Καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησεν τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα. 2καὶ ἔλαβεν Ἀσὰ χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Ἁδὲρ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων 3Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τοῦ πατρὸς μοῦ καὶ ἀνὰ μέσον τοῦ πατρὸς σοῦ· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ᾽ ἐμοῦ τόν Βαασὰ βασιλέα Ἰσραήλ, καὶ ἀπελθέτω ἀπ᾽ ἐμοῦ. 4καὶ ἤκουσεν υἱὸς Ἁδὲρ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλεν πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραήλ, καὶ ἐπάταξεν τὴν Ἰὼ καὶ τὴν Δανὼ καὶ τὴν Ἀβελμὰν καὶ πάσας τὰς περιχώρους Νεφθαλεί. 5καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασά, ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ. 6καὶ Ἀσὰ ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ἰουδά, καὶ ἔλαβεν τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησεν Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γάβαε καὶ τὴν Μασφά. Hanani's Message to Asa 7καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἁναμεὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα καὶ εἶπεν αὐτῷ Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον θεόν σου, διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. 8οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου. 9ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει ἐπὶ τοῦ πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔστιν μετὰ σοῦ πόλεμος. 10καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ. The Death and Burial of Asa 11καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 12καὶ ἐμαλακίσθη Ἀσὰ ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν Κύριον ἀλλὰ τοὺς ἰατρούς. 13καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτελεύτησεν ἐν τῷ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ. 14καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυεἰδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης, καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν, καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην σφόδρα. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |