Descendants of Reuben 1Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα, 2ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ· 3υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἁρσὼν καὶ Χαρμεί. 4υἱοὶ Ἰωήλ· Σεμεεὶ καὶ Βαναιὰ υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεεί· 5υἱὸς αὐτοῦ Ἠχά, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωήλ, 6υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισεν Θαλγαβανάσαρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβήν. 7καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γένεσιν αὐτῶν· ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαριὰ 8καὶ Βάλεκ υἱὸς Ὀζοὺζ υἱὸς Σάμα υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαὺ καὶ Βεελμασσών, 9καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῷ πολλὰ ἐν γῇ Γαλαάδ. 10καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ᾽ ἀνατολὰς τῆς Γαλαάδ. Descendants of Gad 11Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασὰν ἕως Ἐλχά· 12Ἰωὴλ πρωτότοκος, καὶ Σαβὰτ ὁ δεύτερος, καὶ Ἰανεὶν ὁ γραμματεὺς ἐν βασάν. 13καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολὰμ καὶ ΣέΒεε καὶ Ἰωρεὲ καὶ Χιμὰ Ζοῦε καὶ Ὠβήδ, ὀκτώ. 14οὗτοι υἱοὶ Ἀβειχαιὰ υἱοὶ Οὑρεὶ υἱοῦ Ἰδαὶ υἱοῦ Γαλαὰδ υἱοῦ Μειχαὴλ υἱοῦ Ἰσαὶ υἱοῦ Ἰουρεὶ υἱοῦ Ζαβουχὰμ 15υἱοῦ Ἀβδεὴλ υἱοῦ Γουνεί· ἄρχων οἴκου πατριῶν, 16κατοίκων ἐν Γαλαάμ, ἐν Βασὰμ καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Γεριὰμ ἕως ἐξόδου. 17πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωαθὰμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ βασιλέως Ἰσραήλ. Victory over the Hagarites 18Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσὴ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσεράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. 19καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἁγαρηνῶν καὶ Τουραίων καὶ Ναφεισαδαίων καὶ Ναδαβαίων, 20καὶ κατίσχυσαν ἐπ᾽ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἁγεραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν· ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν. 21καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας· 22ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾽ αὐτῶν ἕως τῆς μετοικεσίας. The Half-Tribe of Manasseh 23Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσὴ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαιλεὶμ καὶ Σανεὶρ καὶ ὄρος Ἁερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. 24καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὄφερ καὶ Σεεὶ καὶ Ἐλειὴλ καὶ Ἐσδριὴλ καὶ Ἰερμειὰ καὶ Ὡδουιὰ καὶ Ἰελειήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν. 25Καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν. 26καὶ ἐπήγειρεν ὁ θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγναφαμάσαρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισεν τὸν Ῥουβὴν καὶ τὸν Γαδδεὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Χωζὰρ ἕως τῆς ἡμέρας ταύτης. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |