Zephaniah 2
Berean Greek Bible Par ▾ 

1Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον,

2πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾽ ὑμᾶς ὀργήν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾽ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.

3ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνεσθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.

Judgment on the Philistines
(Jeremiah 47:1–7)

4Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.

5οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφ᾽ ὑμᾶς Χανάαν, γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας·

6καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων,

7καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ᾽ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν.

Judgment on Moab and Ammon
(Isaiah 16:1–14; Jeremiah 48:1–47)

8Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.

9διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ θεὸς Ἰσραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελιμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.

10αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. 11ἐπιφανήσεται Κύριος ἐπ᾽ αὐτούς, καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.

Judgment on Cush and Assyria

12Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε·

13καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον·

14καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.

15Αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ᾽ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν μετ᾽ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμόν, νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι᾽ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Zephaniah 1
Top of Page
Top of Page