Psalm 126
Berean Greek Bible Par ▾ 

Zion’s Captives Restored

1ᾨδὴ τῶν ἀναβαθμῶν. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι.

2τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν.

3ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.

4ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς ὁ χειμάρρους ἐν τῷ νότῳ.

5οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν.

6πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 125
Top of Page
Top of Page