Cities of Refuge 1Ἐὰν δὲ ἀφανίσῃ Κύριος ὁ θεός σου τὰ ἔθνη ἃ ὁ θεὸς δίδωσίν σοι τὴν γῆν, καὶ κατακληρονομήσητε αὐτούς, καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν, 2τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι. 3στόχασαί σοι τὴν ὁδόν· καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου ἣν καταμερίζει σοι Κύριος ὁ θεός σου, καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ. 4τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται· ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ τρίτης. 5καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται· 6ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος, ὅτι παρατεθέρμανται τῇ καρδίᾳ, καὶ καταλάβῃ αὐτόν, ἐὰν μακροτέρα ἦν ἡ ὁδός, καὶ πατάξῃ αὐτοῦ ψυχήν· καὶ τούτῳ οὐκ ἔστιν κρίσις θανάτου, ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης. 7διὰ τοῦτο ἐγὼ ἐντέλλομαί σοι τὸ ῥῆμα τοῦτο λέγων Τρεῖς πόλεις διαστελεῖς σεαυτῷ. 8ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ θεός σου τὰ ὅριά σου ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, καὶ δῷ σοι Κύριος πᾶσαν τὴν γῆν ἣν εἶπεν δοῦναι τοῖς πατράσιν σου, 9ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν Κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας· καὶ προσθήσεις σαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας· 10καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος. 11ἐὰν δὲ γένηται ἐν σοὶ ἄνθρωπος μισῶν τὸν πλησίον, καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ᾽ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων· 12καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήμψονται αὐτὸν ἐκεῖθεν, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται· 13οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτῷ, καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ἰσραήλ, καὶ εὖ σοι ἔσται. 14Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ ᾗ Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ. The Testimony of Two or Three Witnesses 15Οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν ἣν ἂν ἁμάρτῃ· ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων στήσεται πᾶν ῥῆμα.a
16ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν,
17καὶ γνώσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία ἔναντι Κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν οἳ ἐὰν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις,
18καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα, ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ·
19καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.b
20καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται, καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν ἐν ὑμῖν.
21οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτῷ· ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός.c Footnotes: 15 a Cited in Matthew 18:16 and 2 Corinthians 13:1 19 b Cited in 1 Corinthians 5:13 21 c Cited in Matthew 5:38 Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |