2 Chronicles 14
Berean Greek Bible Par ▾ 

Asa Reigns in Judah
(1 Kings 15:9–15)

1Καὶ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυεὶδ· καὶ ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. ἐν ταῖς ἡμέραις Ἀσὰ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δέκα.

2καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου θεοῦ αὐτοῦ. 3καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλά, καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση, 4καὶ εἶπεν τῷ Ἰούδᾳ ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς. 5καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσεν. 6πόλεις τειχήρεις ἐν γῇ Ἰούδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ Κύριος. 7καὶ εἶπεν τῷ Ἰούδᾳ Οἰκοδομήσωμεν τάς πόλεις ταύτας, καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐνώπιον τῆς γῆς κυριεύσομεν· ὅτι καθὼς ἐζητήσαμεν Κύριον θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς, καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν. 8καὶ ἐγένετο τῷ Ἀσὰ δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ἰούδα τριακόσιαι χιλιάδες, καὶ ἐν γῇ Βενιαμεὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.

9καὶ ἐξῆλθεν ἐπ᾽ αὐτοὺς Ζάρε ὁ Αἰθίοψ ἐν δυνάμει, ἐν χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισήλ. 10καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν αὐτῷ, καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρείσης. 11καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριον θεὸν αὐτοῦ καὶ εἶπεν Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος. 12καὶ ἐπάταξεν Κύριος τοὺς Αἰθίοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίοπες, 13καὶ κατεδίωξεν Ἀσὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ· καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά. 14καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπ᾽ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτοῦ, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς· 15καί γε σκηνὰς κτήσεων, τοὺς Ἀμαζονεῖς, ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους, καὶ ἐπέστρεψαν εἰς Ἰερουσαλήμ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Chronicles 13
Top of Page
Top of Page