Solomon’s Prayer for Wisdom 1ΚΑΙ ἐνίσχυσεν Σαλωμὼν υἱὸς Δαυεὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος· 2καὶ εἶπεν Σαλωμὼν πρὸς πάντα Ἰσραήλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ἰσραήλ, τοῖς ἄρχουσι τῶν πατριῶν. 3καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἡ ἐκκλησία εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαών, οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν Μωυσῆς παῖς Κυρίου ἐν τῇ ἐρήμῳ. 4ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυεὶδ ἐκ πόλεως Καριαθιαρείμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ἰερουσαλήμ. 5καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν Βεσελεὴλ υἱὸς Οὐρείου υἱοῦ Ὣρ ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς Κυρίου· καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἡ ἐκκλησία, 6καὶ ἤνεγκεν ἐκεῖ Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον Κυρίου τὸ ἐν τῇ σκηνῇ, καὶ ἤνεγκεν ἐπ᾽ αὐτὸ ὁλοκαύτωσιν χιλίαν. 7Ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη ὁ θεὸς τῷ Σαλωμὼν καὶ εἶπεν αὐτῷ Αἴτησαι τί σοι δῶ. 8καὶ εἶπεν Σαλωμὼν πρὸς τὸν θεόν Ὃ ἐποίησας μετὰ Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καὶ ἐβασίλευσάς με ἀντ᾽ αὐτοῦ. 9καὶ νῦν, Κύριε ὁ θεός, πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυεὶδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χνοῦς τῆς γῆς. 10νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον; 11καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμών Ἀνθ᾽ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου, καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων, καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω, καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ᾽ ὃν ἐβασίλευσά σε ἐπ᾽ αὐτόν· 12τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι, καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου, καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως. 13καὶ ἦλθεν Σαλωμὼν ἐκ Μαβὰ τῆς ἐν Γαβαὼν τῆς ἐν Ἰερουσαλὴμ πρὸ προσώπου σκηνῆς μαρτυρίου, καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ. Solomon’s Riches 14Καὶ συνήγαγεν Σαλωμὼν ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.
15καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
16καὶ ἡ ἔξοδος τῶν ἱππέων τῷ Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· πορεύεσθαι ἠγόραζον.
17καὶ ἐνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου, καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Χετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |