1 Samuel 24
Berean Greek Bible Par ▾ 

David Spares Saul

1Καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυεὶδ ἐν τῇ ἐρήμῳ Ἐνγάδδει. 2καὶ ἔλαβεν μεθ᾽ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραήλ, καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Ἐδδαιέμ. 3καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον· καὶ Σαοὺλ εἰσῆλθεν παρασκευάσασθαι, καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο. 4καὶ εἶπον οἱ ἄνδρες Δαυεὶδ πρὸς αὐτόν Ἰδοὺ ἡ ἡμέρα αὕτη ἣν εἶπεν Κύριος πρὸς σέ, παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου· καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· καὶ ἀνέστη Δαυεὶδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαοὺλ λαθραίως. 5καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυεὶδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ. 6καὶ εἶπεν Δαυεὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ χριστῷ Κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπ᾽ αὐτόν· ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος. 7καὶ ἔπεισεν Δαυεὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θῦσαι τὸν Σαούλ· καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν.

8καὶ ἀνέστη Δαυεὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου· καὶ ἐβόησεν Δαυεὶδ ὀπίσω Σαοὺλ λέγων Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυεὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 9καὶ εἶπεν Δαυεὶδ πρὸς Σαούλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἰδοὺ Δαυεὶδ ζητεῖ τὴν ψυχήν σου; 10ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε Κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστιν. 11καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκτανκά σε· καὶ γνῶθι καὶ ἴδε σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. 12δικάσαι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ, καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σοί· 13καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία Ἐξ ἀνόμων ἐξελεύσεται πλημμελία· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. 14καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός. 15γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου.

David’s Oath to Saul

16καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυεὶδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπεν Σαούλ Ἡ φωνή σου αὕτη, τέκνον Δαυείδ; καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαοὺλ καὶ ἔκλαυσεν. 17καὶ εἶπεν Σαοὺλ πρὸς Δαυείδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. 18καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέν με Κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με· 19καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. 20καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ἰσραήλ. 21καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ του οἴκου τοῦ πατρός μου. 22καὶ ὤμοσεν Δαυεὶδ τῷ Σαούλ· καὶ ἀπῆλθεν Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Samuel 23
Top of Page
Top of Page