1 Chronicles 2
Berean Greek Bible Par ▾ 

1Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ· Ῥουβήν, Συμεών, Λευεί, Ἰουδά, Ἰσσαχάρ, Ζαβουλών, 2Δάν, Ἰωσήφ, Βενιαμείν, Νεφθαλεί, Γάδ, Ἀσήρ.

3Υἱοὶ Ἰούδα· Ἤρ, Αὐνάν, Σηλών, τρεῖς· ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Αὔας τῆς Χαναανείτιδος. καὶ ἦν Ἢρ ὁ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν·

4καὶ Θαμὰρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φάρες καὶ τὸν Ζάρα. πάντες υἱοὶ Ἰούδα πέντε.

5υἱοὶ Φάρες· Ἁρσὼν καὶ Ἱεμουήλ. 6καὶ υἱοὶ Ζάρα· Ζαμβρεὶ καὶ Αἰθὰμ καὶ Αἱμουὰν καὶ Χαλκὰ καὶ Δάρα, πάντες πέντε. a 7καὶ υἱοὶ Χαρμεί· Ἀχὰρ ὁ ἐμποδοστάτης Ἰσραήλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. 8καὶ υἱοὶ Αἰθάμ· Ζαρειά.

9καὶ υἱοὶ Ἑσερὼν οἳ ἐτέχθησαν αὐτῷ· ὁ Ἰραμεὴλ καὶ ὁ Ῥὰμ καὶ ὁ Χαβὲλ καὶ Ἀράμ. 10καὶ Ἀρρὰν ἐγέννησεν τὸν Ἀμειναδάβ, καὶ Ἀμειναδὰβ ἐγέννησεν τὸν Ναασσὼν ἄρχοντα τοῦ οἴκου Ἰούδα. 11καὶ Ναασσὼν ἐγέννησεν τὸν Σαλμών, καὶ Σαλμὼν ἐγέννησεν τὸν Βόος.b 12καὶ Βόος ἐγέννησεν τὸν Ὠβήδ, καὶ Ὠβὴδ ἐγέννησεν τὸν Ἰεσσαί,

13καὶ Ἰεσσαὶ ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ἐλιάβ· Ἀμειναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος,c 14Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαὶ ὁ πέμπτος, 15Ἄσομ ὁ ἕκτος, Δαυεὶδ ὁ ἕβδομος. 16καὶ ἀδελφὴ αὐτῶν Σαρουιά· καὶ υἱοὶ Σαρουιά· Ἀβεισὰ καὶ Ἰωὰβ καὶ Ἀσαήλ, τρεῖς. 17καὶ Ἀβειγαία ἐγέννσεν τὸν Ἀμεσσάβ· καὶ πατὴρ Ἀμεσσὰβ Ἰόθορ ὁ Ἰσμαηλείτης.d

18Καὶ Χαλὲβ υἱὸς Ἑσερὼν ἐγέννησεν τὴν Γαζουβὰ γυναῖκα καὶ τὴν Ἐλιώθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ἰωάσαρ καὶ Ἰασοὺβ καὶ Ὀρνά. 19καὶ ἀπέθανεν Γαζουβά, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν Ἐφράθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ὥρ. 20καὶ Ὣρ ἐγέννησεν τὸν Οὐρεί, καὶ Οὐρεὶ ἐγέννησεν τὸν Βεσελεήλ.

21καὶ μετὰ ταῦτα εἰσῆλθεν Ἑσερὼν πρὸς τὴν θυγατέρα Μαχεὶρ πατρὸς Γαλαάδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν, καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ. 22καὶ Σεροὺχ ἐγέννησεν τὸν Ἰαείρ. καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλαάδ. 23καὶ ἔλαβεν Γεδσοὺρ καὶ Ἀρρὰν τὰς κώμας Σαεὶρ ἐξ αὐτῶν, τὴν Καναὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχεὶρ πατρὸς Γαλαάδ. 24καὶ μετὰ τὸ ἀποθανεῖν Ἑσερὼν ἦλθεν Χαλὲβ εἰς Ἐφράθα· καὶ ἡ γυνὴ Ἑσερὼν Ἀβιά, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀσχὼ πατέρα Θεκῶε.

25καὶ ἦσαν υἱοὶ Ἰραμεὴλ πρωτοτόκου Ἑσερὼν ὁ πρωτότοκος Ῥάν, καὶ Βαναιὰ καὶ Ἀραιὰ καὶ Ἀμβρὰμ καὶ Ἄσαν ἀδελφὸς αὐτοῦ. 26καὶ ἦν γυνὴ ἑτέρα τῷ Ἰερεμεήλ, καὶ ὄνομα αὐτῇ Ἀταρά· αὕτη ἐστὶν μήτηρ Ὀζόμ. 27καὶ ἦσαν υἱοὶ Ἀρὰμ πρωτοτόκου Ἰερεμαὴλ Μάας καὶ Ἰαμεὶν καὶ Ἄκορ. 28καὶ ἦσαν υἱοὶ Ὀζὸμ Σαμαὶ καὶ Ἰαδᾶε, καὶ υἱοὶ Σαμαὶ Ναδὰβ καὶ Ἀβεισούρ. 29καὶ ὄνομα τῆς γυναικὸς Ἀβεισοὺρ Ἀβειχαία, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀχαβὰρ καὶ τὸν Μωήλ. 30υἱοὶ Ναδάβ· Ἀλσάλαδ καὶ Ἐφράιμ· καὶ ἀπέθανεν Σάλαδ οὐκ ἔχων τέκνα. 31καὶ υἱοὶ Ἐφράιμ Ἰσεμιήλ, καὶ υἱοὶ Ἰσεμιὴλ Σωσάν, καὶ υἱοὶ Σωσὰν Ἀχαί. 32καὶ υἱοὶ Ἰδουδά· Ἀχεισαμάς, Ἰέθερ, Ἰωναθάν· καὶ ἀπέθανεν Ἰέθερ οὐκ ἔχων τέκνα. 33καὶ υἱοὶ Ιωναθάν· Θάλεθ καὶ Ὀζάμ. οὗτοι ἦσαν υἱοὶ Ῥαμεήλ. 34καὶ οὐκ ἦσαν τῷ Σωσὰμ υἱοὶ ἀλλ᾽ ἢ θυγατέρες· καὶ τῷ Σωσὰμ παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ Ἰωχήλ. 35καὶ ἔδωκεν Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ Ἰωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Ἐθθεί. 36καὶ Ἐθθεὶ ἐγέννησεν τὸν Ναθάν, καὶ Ναθὰν ἐγέννησεν τὸν Ζαβέδ, 37καὶ Ζαβὲδ ἐγέννησεν τὸν Ἀφαμήλ, καὶ Ἀφαμὴλ ἐγέννησεν τὸν Ὠβήδ, 38καὶ Ὠβὴδ ἐγέννησεν τὸν Ἰησοῦν, καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ἀζαρίαν, 39καὶ Ἀζαριὰ ἐγέννησεν τὸν Χέλλης, καὶ Χέλλης ἐγέννησεν τὸν Ἐμάς, 40καὶ Ἐμὰς ἐγέννησεν τὸν Σοσομαί, καὶ Σοσομαὶ ἐγέννησεν τὸν Σαλούμ, 41καὶ Σαλοὺμ ἐγέννησεν τὸν Ἰεχεμείαν, καὶ Ἰεχεμείας ἐγέννησεν τὸν Ἐλεισαμά.

42καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ Ἰερεμεήλ· Μαρεισὰ ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζείφ· καὶ υἱοὶ Μαρεισὰ πατρὸς Χεβρών. 43καὶ υἱοὶ Χεβρών· Κόρεε καὶ Θαποὺς καὶ Ῥέκομ καὶ Σεμάα. 44καὶ Σεμάα ἐγέννησεν τὸν Ῥάμεε πατέρα Ἰακλάν, καὶ Ἰεκλάν ἐγέννησεν τὸν Σαμαί· 45καὶ υἱὸς αὐτοῦ Μεών, καὶ Μεὼν πατήρ Γεδσούρ. 46καὶ Γαιφαὴλ παλλακὴ Χαλὲβ ἐγέννησεν τὸν Ἁρρὰν καὶ τὸν Ἰωσὰν καὶ τὸν Γεζοῦε. καὶ Ἁρρὰν ἐγέννησεν τὸν Γεζοῦε. 47καὶ υἱοὶ Ἰησοῦ· Ῥάγεμ καὶ Ἰωαθὰμ καὶ Σωγὰρ καὶ Φάλεκ καὶ Γαιφὰ καὶ Σὰγαε. 48καὶ ἡ παλλακὴ Χαλὲβ Μωχὰ ἐγέννησεν τὸν Σάβερ καὶ τὸν Θαράμ. 49καὶ ἐγέννησεν Σάγαε πατέρα Μαρμηνὰ καὶ τὸν Σαοὺ πατέρα Μαχαβηνὰ καὶ πατέρα Γαιβάλ· καὶ θυγάτηρ Χαλὲβ Ἀσχά. 50οὗτοι ἦσαν υἱοὶ Χαλέβ. υἱοὶ Ὣρ πρωτοτόκου Ἐφράθα· Σωβὰρ πατὴρ Καριαθιαρείμ, 51Σαλωμὼν πατὴρ Βαιθά, Λαμμὼν πατὴρ Βαιθαλάεμ, Ἁρεὶμ πατὴρ Βαιθγαιδών. 52καὶ ἦσαν υἱοὶ τῷ Σωβὰλ πατρὶ Καριαθιαρείμ, Αἱώ, Ἑσειρά, Μωναιώ, 53Ἐμοσφεώς, πόλεις Ἰαείρ· Αἱθαλεὶμ καὶ Μειφειθεὶμ καὶ Ἡσαμαθεὶμ καὶ Ἡμασαραείμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ υἱοὶ Ἐσθάαμ. 54υἱοὶ Σαλωμών· Βαιθλάεμ, Μετωφαθεί, Ἀταρὼθ οἴκου Ἰωὰβ καὶ ἥμισυ τῆς Μαλαθεἰ, Ἡσαρεί, 55πατριαὶ γραμμάτων κατοικοῦντες Γαμές, Ἀργαθιείμ, Σαμαθιείμ, Σωκαθιείμ· οὗτοι οἱ Κειναῖοι οἱ ἐλθόντες ἐκ Μεσημὰ πατρὸς οἴκου Ῥηχά.


Footnotes:

6 a See Joshua 7:1.
11 b See Ruth 4:20–21
13 c See 1 Samuel 16:9, 2 Samuel 13:3, and 2 Samuel 21:21.
17 d See 2 Samuel 17:25.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 1
Top of Page
Top of Page