How Great Are Your Works 1Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· 2τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, 3ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾽ ᾠδῆς ἐν κιθάρᾳ· 4ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. 5ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου. 6ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. 7ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 8σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. 9ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 10καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι· 11καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου. 12δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 13πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν· 14τότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται· 15τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς Κύριος ὁ θεός μου, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |