1 Chronicles 13
Swete's Septuagint ABP ▾  HEB ▾ 

David Fetches the Ark

1Καὶ ἐβουλεύσατο Δαυεὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων παντὶ ἡγουμένῳ· 2καὶ εἶπεν Δαυεὶδ πάσῃ ἐκκλησίᾳ Ἰσραήλ Εἰ ἐφ᾽ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου θεοῦ ἡμῶν εὐωδώθη, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ἰσραήλ, καὶ μετ᾽ αὐτῶν οἱ ἱερεῖς οἱ Λευεῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, 3καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾽ ἡμερῶν Σαούλ. 4καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.

5καὶ ἐκκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ἰαρείμ. 6καὶ ἀνήγαγεν αὐτὴν Δαυείδ· καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυείδ, ἣ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ Κυρίου καθημένου ἐπὶ χερουβεὶν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. 7καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Ἀμειναδάβ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν. 8καὶ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει, καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν.

Uzzah and the Ark

9καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, καὶ ἐξέκλινεν αὐτὴν ὁ μόσχος. 10καὶ ἐθυμώθη Κύριος ἐπὶ Ὀζά, καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν· καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ. 11καὶ ἠθύμησεν Δαυεὶδ ὅτι διέκοψεν Κύριος διακοπὴν ἐν Ὀζά, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Ὀζὰ ἕως τῆς ἡμέρας ταύτης. 12καὶ ἐφοβήθη Δαυεὶδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ θεοῦ πρὸς ἐμαυτόν; 13καὶ οὐκ ἀπέστρεψεν Δαυεὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυείδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου. 14καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Ἀβεδδαρὰμ καὶ πάντα τὰ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 12
Top of Page
Top of Page