Psalm 64
Berean Greek Bible Par ▾ 

The Hurtful Tongue
(James 3:1–12)

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ. Εἰσάκουσον, ὁ θεός, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.

2ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν, (*)

3οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν,

4τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον· ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.

5ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν Τίς ὄψεται αὐτούς;

6ἐξηραύνησαν ἀνομίαν, ἐξέλιπον ἐξεραυνῶντες ἐξεραυνήσει· προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα,

7καὶ ὑψωθήσεται ὁ θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,

8καὶ ἐξουθένησαν αὐτὸν αἱ γλῶσσαι αὐτῶν. ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,

9καὶ ἐφοβήθη πᾶς ἄνθρωπος· καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ, καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.

10εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ, καὶ ἐλπιεῖ ἐπ᾽ αὐτόν· καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 63
Top of Page
Top of Page