God Is Our Refuge and Strength 1Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε, ὑπὲρ τῶν κρυφίων ψαλμός. Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 2διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 3ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα. 4τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 5ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ. 6ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 7Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. διάψαλμα. 8δεῦτε, ἴδετε τὰ ἔργα Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς· 9ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συνκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. 10σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ· 11Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |