Save Me by Your Name 1Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρ᾽ ἡμῖν; Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. 2ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. 3ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα. 4ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. 5ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. 6ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν· 7ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |