1 Chronicles 12
Berean Greek Bible Par ▾ 

The Mighty Men Join David at Ziklag

1Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Σωκλά, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κείς. καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ, 2καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν, καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις, ἐν τοῖς ἀδελφοῖς Σαοὺλ ἐκ Βενιαμείν· 3ὁ ἄρχων Ἀχιέζερ, καὶ Ἰωὰ ὁ υἱὸς Ἀμὰ τοῦ Γεβωθείτου, καὶ Ἰωὴλ καὶ Ἰωφάλητ υἱοὶ Ἀσμώθ, καὶ Βερχειά, καὶ Ἰηοὺλ ὁ Ἀναθωθεί, 4καὶ Σαμαίας ὁ Γαβαωνείτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, Ἰερμίας καὶ Ἰεζὴλ καὶ Ἰωανὰν καὶ Ἰωαζαβὰβ ὁ Γαδαραθειείμ, 5Ἀζαὶ καὶ Ἀρειμοὺθ καὶ Βαδαιὰ καὶ Σαμαραιὰ καὶ Σαφατιὰ ὁ Χαραιφεί, 6Ἠλκανὰ καὶ Ἰησουνεὶ καὶ Ὀζρειὴλ καὶ Ἰωζάρα, Καινὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορεῖται, 7καὶ Ἐλιὰ καὶ Ζαβιδιὰ υἱοὶ Ῥαὰμ καὶ οἱ τοῦ Γεδώρ.

8καὶ ἀπὸ τοῦ Γεδδεὶ ἐχωρίσθησαν πρὸς Δαυεὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου, αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει· 9Ἄζα ὁ ἄρχων, Ἀβδειὰ ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος, 10Μασεμμανὴ ὁ τέταρτος, Ἰερεμειὰ ὁ πέμπτος, 11Ἐθοὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος, 12Ἰωὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος, 13Ἰερεμειὰ ὁ δέκατος, Μελχαβανναὶ ὁ ἑνδέκατος. 14οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις. 15οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.

16καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυείδ. 17καὶ Δαυεὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθ᾽ ἑαυτὴν ἐφ᾽ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.

18καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπεν Πορεύου καὶ ὁ λαός σου, Δαυεὶδ υἱὸς Ἰεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοι ὁ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυείδ, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.

19καὶ ἀπὸ Μανασσὴ προσεχώρησαν πρὸς Δαυεὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησαν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ. 20ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωγλὰμ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσὴ Ἐδνὰ καὶ Τωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μειχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθεί· ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσή. 21καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυεὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες· καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατείᾳ ἐν τῇ δυνάμει, 22ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυεὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.

David’s Army Grows at Hebron

23Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατείας, οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου. 24υἱοὶ Ἰούδα θυρεωφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. 25τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν. 26τῶν υἱῶν Λευεὶ τετρακισχίλιοι ἑξακόσιοι· 27καὶ Τωαδὰς ὁ ἡγούμενος τῷ Ἀαρών, καὶ μετ᾽ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι· 28καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύι, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο. 29καὶ τῶν υἱῶν Βενιαμεὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ. 30καὶ ἀπὸ υἱῶν Ἐφράιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν. 31καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ δέκα ὀκτὼ χιλιάδες, καὶ οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυείδ. 32καὶ ἀπὸ τῶν υἱῶν Ἰσσαχὰρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραήλ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾽ αὐτῶν. 33καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες, βοηθῆσαι τῷ Δαυεὶδ οὐ χεροκένως. 34καὶ ἀπὸ Νεφθαλεὶ ἄρχοντες χίλιοι, καὶ μετ᾽ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες. 35καὶ ἀπὸ τῶν Δανειτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι. 36καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσεράκοντα χιλιάδες. 37καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ῥουβὴν καὶ Γαδδεὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.

38πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ, καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυείδ. 39καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἱ ἀδελφοὶ αὐτῶν. 40καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσαχὰρ καὶ Ζαβουλὼν καὶ Νεφθαλεὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 11
Top of Page
Top of Page