ΚΑΤΑ ΜΑΡΚΟΝ 15
Mark 15 Beza Greek New Testament 1598

1ΚΑῚ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ Ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ Γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν, καὶ παρέδωκαν τῷ Πιλάτῳ. 2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Σὺ λέγεις. 3Καὶ κατηγόρουν αὐτοῦ οἱ Ἀρχιερεῖς πολλά. 4Ὁ δὲ Πιλάτος πάλιν ἐπηρώτησεν αὐτὸν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. 5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.

6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. 7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. 9Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10(Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ Ἀρχιερεῖς) 11Οἱ δέ Ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.

12Ὁ δὲ Πιλάτος ἀποκριθεὶς, πάλιν εἶπεν ἔλεγεν αὐτοῖς, Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων; 13Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14Ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. 15Ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ.

16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν· 17Καὶ ἐνδύονσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18Καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν, Χαῖρε βασιλεὺ τῶν Ἰουδαίων. 19Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια· καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσουσιν αὐτόν.

21Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον (ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου) ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.

22Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶν τόπον, ὅ ἐστι μεθερμηνευόμενον, κρανίου τόπος. 23Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον. ὁ δὲ οὐκ ἔλαβε. 24καὶ σταυρώσαντες αὐτὸν, διεμέριζον τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ, τίς τί ἄρῃ. 25Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ, ἐπιγεγραμμένη, Ὁ ΒΑΣΙΛΕῪΣ Τ῀ΩΝ ἸΟΥΔΑΊΩΝ.

27Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς· ἕνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη 29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐὰ, ὁ καταλὺων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν. 30Σῶσον σεαυτὸν, καὶ καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31Ὁμοίως δὲ καὶ οἱ Ἀρχιερεῖς ἐμπαίζοντες, πρὸς ἀλλήλους μετὰ τῶν Γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32Ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.

33Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἑλωῒ Ἑλωῒ, λαμμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; 35Καὶ τινὲς τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον, Ἰδού, Ἡλίαν φωνεῖ. 36Δραμὼν δέ εἷς, γεμίσας σπόγγον ὄξους, περιθεὶς τε καλάμῳ, ἐπότιζεν αὐτὸν λέγων, Ἄφετε· ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσε. 38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω. 39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ὁ ἄνθρωπος οὗτος, υἱὸς ἦν Θεοῦ.

40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη. 41Αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ· καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

42Καὶ ἤδη ὀψίας γενομένης, (ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον) 43Ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44Ὁ δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε. 45Καὶ γνοὺς ἀπὸ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46Καὶ ἀγοράσας σινδόνα, καὶ καθελὼν αὐτὸν, ἐνείλησε τῇ σινδόνι· καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τεθεῖται.

Beza Greek New Testament 1598

Bible Hub

Mark 14
Top of Page
Top of Page